4.216οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτʼ ἢ ἄλλην τινὰ αἰτίαν προφέροι, καθʼ ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους· οὔτε γὰρ κέρδει χαριζομένους οὔτʼ ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους.
4.217ὁ γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι· τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. ὃ τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ.
4.218ἂν δʼ οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπʼ αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δὲ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες ὅ τε ἀρχιερεὺς καὶ ὁ προφήτης καὶ ἡ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν.
4.219
Εἷς δὲ μὴ πιστευέσθω μάρτυς, ἀλλὰ τρεῖς ἢ τὸ τελευταῖον δύο, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προβεβιωμένα. γυναικῶν δὲ μὴ ἔστω μαρτυρία διὰ κουφότητα καὶ θράσος τοῦ γένους αὐτῶν· μαρτυρείτωσαν δὲ μηδὲ δοῦλοι διὰ τὴν τῆς ψυχῆς ἀγένειαν, οὓς ἢ διὰ κέρδος εἰκὸς ἢ διὰ φόβον μὴ τἀληθῆ μαρτυρῆσαι. ἂν δέ τις ψευδομαρτυρήσας πιστευθῇ, πασχέτω ταῦτʼ ἐλεγχθεὶς ὅσα ὁ καταμαρτυρηθεὶς πάσχειν ἔμελλεν.